Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.11 Joseph. AJ 3.15 (English) >>Joseph. AJ 3.20

3.13

δʼ οὕτως ἀνηρεθισμένου τοῦ πλήθους καὶ πικρῶς ἐπʼ αὐτὸν κεκινημένου τῷ θεῷ θαρρῶν καὶ τῷ συνειδότι τῆς περὶ τοὺς ὁμοφύλους προνοίας πάρεισιν εἰς μέσους, καὶ καταβοώντων καὶ κατὰ χεῖρας ἔτι τοὺς λίθους ἐχόντων, ὁραθῆναί τε κεχαρισμένος ὢν καὶ πλήθεσιν ὁμιλεῖν πιθανώτατος, καταπαύειν ἤρξατο τῆς ὀργῆς, 3.14μὴ τῶν παρόντων αὐτοὺς δυσκόλων μεμνημένους λήθην ἔχειν τῶν ἔμπροσθεν εὐεργεσιῶν παρακαλῶν, μηδʼ ὅτι νῦν πονοῦσι τῆς διανοίας ἐκβάλλειν τὰς τοῦ θεοῦ χάριτας καὶ δωρεάς, ὧν μεγάλων καὶ ἐκ παραδόξου ἔτυχον γενομένων, προσδοκᾶν δὲ καὶ τῆς παρούσης ἀπαλλαγῆναι ἀμηχανίας ἐκ τῆς τοῦ θεοῦ κηδεμονίας, 3.15ὃν εἰκὸς δοκιμάζοντα τὴν ἀρετὴν αὐτῶν πῶς τε καρτερίας ἔχουσι καὶ μνήμης τῶν προϋπηργμένων, εἰ μὴ πρὸς ἐκεῖνα γίγνοιντο διὰ τὰ ἐν ποσὶ κακά, γυμνάζειν αὐτοὺς τοῖς ἄρτι χαλεποῖς. 3.16ἐλέγχεσθαι δὲ αὐτοὺς οὐκ ἀγαθοὺς οὔτε περὶ τὴν ὑπομονὴν οὔτε περὶ τὴν μνήμην τῶν εὖ γεγονότων, οὕτως μὲν τοῦ θεοῦ καὶ τῆς ἐκείνου γνώμης, καθʼ ἣν ἐκλελοίπασι τὴν Αἴγυπτον, καταφρονοῦντας, οὕτως δὲ πρὸς αὐτὸν τὸν ὑπηρέτην αὐτοῦ διατεθέντας καὶ ταῦτα μηδὲν αὐτοὺς διαψευσάμενον περὶ ὧν εἴποι τε καὶ πράττειν κατʼ ἐντολὴν τοῦ θεοῦ κελεύσειε. 3.17κατηρίθμει τε πάντα, πῶς τε φθαρεῖεν Αἰγύπτιοι κατέχειν αὐτοὺς παρὰ τὴν τοῦ θεοῦ γνώμην βιαζόμενοι, καὶ τίνα τρόπον αὐτὸς ποταμὸς ἐκείνοις μὲν αἷμα ἦν καὶ ἄποτος αὐτοῖς δὲ πότιμος καὶ γλυκύς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.11 Joseph. AJ 3.15 (English) >>Joseph. AJ 3.20

Powered by PhiloLogic